Add parallel Print Page Options

11 Καὶ ἐγένετο ἐν τῷ [a]πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ [b]μέσον Σαμαρείας καὶ Γαλιλαίας. 12 καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην [c]ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ [d]ἔστησαν πόρρωθεν, 13 καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. 14 καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. 15 εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, 16 καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· [e]Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; 18 οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; 19 καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.

20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, 21 οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· [f]Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.

22 Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. 23 καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ [g]ἐκεῖ· Ἰδοὺ ὧδε· μὴ ἀπέλθητε μηδὲ διώξητε. 24 ὥσπερ γὰρ ἡ [h]ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς [i]ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπ’ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου [j]ἐν τῇ ἡμέρᾳ αὐτοῦ. 25 πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. 26 καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· 27 ἤσθιον, ἔπινον, ἐγάμουν, [k]ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν [l]πάντας. 28 ὁμοίως [m]καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 πορεύεσθαι WH NIV ] + αὐτὸν Treg RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:11 μέσον WH Treg NIV ] μέσου RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἀπήντησαν WH ] + αὐτῷ Treg NIV RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:12 ἔστησαν Treg NIV RP ] ἀνέστησαν WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:17 Οὐχὶ Treg NIV RP ] Οὐχ WH
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:21 Ἐκεῖ WH NIV ] Ἰδοὺ ἐκεῖ Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:23 ἐκεῖ· Ἰδοὺ ὧδε Treg ] ἐκεῖ, ἤ· Ἰδοὺ ὧδε WH NIV; ὧδε, ἤ· Ἰδοὺ ἐκεῖ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἀστραπὴ WH NIV ] + ἡ Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ὑπὸ τὸν WH Treg NIV ] ὑπ᾽ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:24 ἐν τῇ ἡμέρᾳ αὐτοῦ Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 ἐγαμίζοντο WH Treg NIV ] ἐξεγαμίζοντο RP
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:27 πάντας WH Treg NIV ] ἅπαντας RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 17:28 καθὼς WH Treg NIV ] καὶ ὡς RP